Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.25 Joseph. AJ 20.31 (English) >>Joseph. AJ 20.37

20.29βούλεσθαί τʼ ἔφασαν προαποκτεῖναι πρῶτον αὐτοῦ τοὺς ἀδελφοὺς καὶ συγγενεῖς ὑπὲρ τοῦ τὴν ἀρχὴν Ἰζάτην μετʼ ἀσφαλείας κατασχεῖν· φθαρέντων γὰρ ἐκείνων καθαιρεθήσεσθαι πάντα τὸν φόβον τὸν ὑπὸ μίσους τοῦ παρʼ αὐτῶν καὶ φθόνου γινόμενον. 20.30πρὸς ταῦτα Ἑλένη χάριν μὲν αὐτοῖς ὡμολόγει τῆς πρὸς αὐτὴν καὶ τὸν Ἰζάτην εὐνοίας ἔχειν, παρεκάλει δʼ ὅμως ἐπισχεῖν τὴν περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν γνώμην μέχρι ἂν Ἰζάτης παραγενόμενος συνδοκιμάσῃ. 20.31οἱ δʼ ἐπεὶ ἀνελεῖν συμβουλεύσαντες οὐκ ἔπεισαν, ἀλλὰ φυλάσσειν αὐτοὺς δεσμίους παρῄνουν μέχρι τῆς ἐκείνου παρουσίας ὑπὲρ ἀσφαλείας τῆς ἑαυτῶν. συνεβούλευον δʼ αὐτῇ μεταξὺ προστήσασθαί τινα τῆς ἀρχῆς ἐπίτροπον, μάλιστα πιστεύει. 20.32πείθεται τούτοις Ἑλένη, καὶ καθίστησι τὸν πρεσβύτατον παῖδα Μονόβαζον βασιλέα περιθεῖσα τὸ διάδημα καὶ δοῦσα τὸν σημαντῆρα τοῦ πατρὸς δακτύλιον τήν τε σαμψηρὰν ὀνομαζομένην παρʼ αὐτοῖς, διοικεῖν τε τὴν βασιλείαν παρῄνεσεν μέχρι τῆς τοῦ ἀδελφοῦ παρουσίας. 20.33ἧκε δʼ οὗτος ταχέως ἀκούσας τὴν τοῦ πατρὸς τελευτὴν καὶ διαδέχεται τὸν ἀδελφὸν Μονόβαζον ὑπεκστάντος τῆς ἀρχῆς αὐτῷ. 20.34

Καθʼ ὃν δὲ χρόνον Ἰζάτης ἐν τῷ Σπασίνου χάρακι διέτριβεν Ἰουδαῖός τις ἔμπορος Ἀνανίας ὄνομα πρὸς τὰς γυναῖκας εἰσιὼν τοῦ βασιλέως ἐδίδασκεν αὐτὰς τὸν θεὸν σέβειν, ὡς Ἰουδαίοις πάτριον ἦν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.25 Joseph. AJ 20.31 (English) >>Joseph. AJ 20.37

Powered by PhiloLogic